ΧΡΙΣΤΟΦΟΡΑ και νικηφόρα ημερα σημερα παιδιά.
Ειθε απο αυριο να ερθει μια μικρη ανοιξη στον Ελληνισμό.
Ναι ,μεν, ό,τι ειναι ο λαός ειναι και οι άρχοντες μα ενας λαος εκπαιδευεται.
Οταν όμως διεστραμμενοι ανθρωποι,αποτυχημένοι χασοδίκιδες δικηγόροι και αδίστακτα άτομα ,δίχως Θεό νόμο και ντροπή, κυβερνούν επί 50 χρονια εναν λαο και τον οδηγούν στην αθεία ,την αναξιοκρατία και την ατιμία ,τότε τί να σου κάνει και αυτός ο λαός και τι χαρακτηρα να διαμορφωσει;
Ας δοθει σημερα το Τεμπο για μια νεα μουσική μελωδία της Πατρίδας μας διαβάζοντας και προσευχόμενοι με αυτήν την Ωδή του Ψαλτηρίου ,να σώσει ο καλός Θεός την Ελλαδίτσα μας από τους πολιτικούς δυνάστες που δεν άφησαν τίποτε ιερό και όσιο απείραχτο καταποντίζοντας σαν σε αλμυρή θάλασσα τα πονηρά και βδελυρά σχέδιά τους για το μέλλον των παιδιών μας.
ᾨΔΗ ΠΡΩΤΗ
ᾨΔΗ ΜΩΫΣΕΩΣ
(Ἐν τῇ Ἐξόδῳ, Κεφ. ιε’)
*Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς
θάλασσαν.
Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ
δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν.
Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ.
Ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, ἐπιλέκτους
ἀναβάτας τριστάτας κατεπόντισεν ἐν Ἐρυθρᾷ, θαλάσσῃ.
Πόντῳ ἐκάλυψεν αὐτοὺς, κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος.
Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν
ἐχθρούς. Καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους.
Ἀπέστειλας τὴν ὀργήν σου, κατέφαγεν αὐτοὺς ὡσεὶ καλάμην.
Καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ, ἐπάγη ὡσεὶ τεῖχος τὰ
ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.
Εἶπεν ὁ ἐχθρός· Διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου,
ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου.
Ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα, ἔδυσαν ὡσεὶ
μόλυβδος ἐν ὕδατι σφοδρῷ.
Τὶς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τὶς ὅμοιός σοι; Δεδοξασμένος ἐν Ἁγίοις,
θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.
Ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ.
Ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω,
παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου.
Ἤκουσαν ἔθνη, καὶ ὠργίσθησαν, ὠδῖνες ἔλαβον κατοικοῦντας Φιλιστιείμ.
Τότε ἔσπευσαν ἡγεμόνες Ἐδώμ, καὶ ἄρχοντες τῶν Μωαβιτῶν, ἔλαβεν
τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν.
Ἐπιπέσοι ἐπ’ αὐτοὺς φόβος καὶ τρόμος, μεγέθει βραχίονός σου
ἀπολιθωθήτωσαν.
Ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν
ἐκτήσω.
Εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον
κατοικητήριόν σου, ὃ κατειργάσω, Κύριε, ἁγίασμα, ὃ ἡτοίμασαν αἱ χεῖρές
σου. Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπ’ αἰῶνα, καὶ ἔτι.
Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ
ἐπήγαγεν ἐπ’ αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης, οἱ δὲ υἱοὶ Ἰσραὴλ
ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης.*
-Αγιορείτης-