Εὐχὴ τῆς Θεοτόκου

mike
By
87 Views
4 Min Read

Παρθένε Δέσποινα Θεοτόκε, κεχαριτωμένη Θεογεννήτρια, ὑπερευλογημένη Θεοχαρίτωτε, δοχεῖον τῆς θεότητος τοῦ μονογενοῦς Υἱοῦ τοῦ ἀθανάτου καὶ ἀοράτου Πατρός, κλῖνον τὸ οὖς σου καὶ ἐπάκουσόν μου τῶν ἐκ ῥυπαρῶν καὶ ἀκαθάρτων χειλέων μου ἐκπεμπομένων ῥημάτων. Ἰδοὺ γὰρ ἐκ ψυχῆς συντετριμμένης καὶ τεταπεινωμένης διανοίας τῇ σῇ προσέδραμον εὐσπλαγχνίᾳ. Μὴ οὖν παρίδῃς με τὸν ἄθλιον, μηδὲ ἐάσῃς με ἀπολέσθαι εἰς τέλος τὸν ἀνάξιον δοῦλόν σου, ἀλλὰ ταῖς μητρικαῖς σου δεήσεσι χρησαμένη, ἴασαι τὴν ταλαίπωρόν μου ψυχήν, τὴν κακῶς συντριβεῖσαν τοῖς πονηροῖς μου πάθεσιν, ἣν ὁ πονηρὸς Ἐχθρὸς ταῖς φιληδόνοις ἁμαρτίαις συντρίψας εἰς γῆν κατεπάτησε.

Διὸ πάσης αἰσχύνης πεπληρωμένος εἰμί, καὶ οὐ τολμῶ, οὐδὲ εὐπροσωπῶ συγχώρησιν τῶν πολλῶν ἁμαρτημάτων καὶ ἀνιάτων τραυμάτων μου ἴασιν παρὰ τοῦ φιλανθρώπου μου Θεοῦ αἰτήσασθαι· ἐμόλυνα γὰρ τὸν ναὸν τοῦ σώματος, καὶ ταῖς ἀτόποις ἐπιθυμίαις δεινῶς αὐτὸν κατεσπίλωσα, καὶ πάσας τὰς αἰσθήσεις ἀθέσμοις πράξεσι κατηχρείωσα. Ὅθεν οὐκ ἔχω παρρησίαν ἐπάραι χεῖρας πρὸς οὐρανόν, ἃς ἐν κακαῖς ἐργασίαις ἐμόλυνα, καὶ χείλη ἀνοῖξαι πρὸς ἱκεσίαν, ἅπερ κατὰ τοῦ πλησίον λοιδορίαις καὶ συκοφαντίαις ἐσπίλωσα.

Διὰ τοῦτο, πάναγνε Δέσποινα, πρὸς τοὺς σοὺς ἀφάτους οἰκτιρμοὺς ἐμαυτὸν ἐπιρρίπτω ἐγὼ ὁ ἄθλιος καὶ ἄσωτος· οὐκ ἔχω γὰρ ἄλλην ἐλπίδα ἢ καταφυγήν, εἰμὴ σὲ καὶ μόνην, τὴν ἐμὴν παραμυθίαν καὶ ὀξεῖαν ἀντίληψιν, τὸ τῆς ἐμῆς ψυχῆς ἀγαλλίαμα, τῆς λύπης ἡ λύσις, τῆς αἰχμαλωσίας ἡ λύτρωσις, τῶν θνητῶν ἡ θέωσις, τὸ ἡμέτερον ἱλαστήριον καὶ προσφύγιον, ἡ ἀνάστασις τῶν πεπτωκότων, ἡ ἀνάπλασις τῆς ἐμῆς ψυχῆς καὶ τοῦ σώματος, τῶν ἁμαρτιῶν μου ἡ ἀπολύτρωσις, τῆς ξηρανθείσης μου καρδίας ἡ θεόρρυτος ῥανίς, τῆς ζοφερᾶς μου ψυχῆς ἡ τηλαυγεστάτη λαμπάς, τῆς ἐμῆς γυμνότητος ἡ ἀμφίασις, τῶν ἐμῶν στεναγμῶν ἡ κατάπαυσις, τῶν συμφορῶν μου ἡ μεταποίησις. Εἰς σὲ γὰρ ἐλπίζω, εἰς σὲ καυχῶμαι. Μὴ μακρύνῃς ἀφ’ ἡμῶν τὴν σὴν προστασίαν, ἀλλ’ ἐπικούρει, καὶ σκέπε, καὶ πάρεσό γε διὰ παντός. Τέρπεται ταῖς αἰτήσεσί σου ὁ μονογενής σου Υἱός. Καὶ πολλῷ μᾶλλον αὐτός, ἐν δούλοις ἐξετάζεσθαι ἑλόμενος, φυλάξει τὴν χάριν καὶ τὸ ἴδιον δόγμα σοὶ τῇ διακονησαμένῃ τούτῳ τὴν ἀπόρρητον γέννησιν. Ὅθεν καὶ χαίρει ταῖς παρακλήσεσί σου, οἰκείαν τὴν σὴν ἡγούμενος δόξαν, καὶ χρεωστικῶς ἐκπληροῖ τὰς αἰτήσεις σου. Μόνον μὴ παρίδῃς με τὸν πανάθλιον, μηδὲ αἱ τῶν πράξεών μου ἀτοπίαι τὸ σὸν ἀμέτρητον ἀνακόψωσιν ἔλεος, Θεοτόκε μου, τὸ ὑπερπόθητον ὄνομα· οὐδὲν γὰρ τῆς σῆς βοηθείας ὀχυρώτερον τρόπαιον.

Σοὶ τοίνυν, Πανάμωμε καὶ Μεσίτρια τοῦ κόσμου, ἐν μετανοίᾳ προσπίπτω, τὴν ἐν ἀνάγκαις ταχεῖαν βοήθειαν, τὴν μετὰ Θεὸν ἐπίκουρον καὶ ἀσφαλῆ καὶ κραταιὰν προστασίαν μου. Ὁ πολλοῖς ὑπεύθυνος πλημμελήμασιν ἐκ βάθους κράζω σοι τῆς καρδίας μου· ἐλέησόν με, φιλάγαθε καὶ φιλεύσπλαγχνε, τὸν πάσης δυσωδίας καὶ ῥᾳθυμίας πεπληρωμένον, καὶ πρόσδεξαί μου τὴν οἰκτρὰν ταύτην καὶ εὐτελῆ δέησιν. Εἰ καὶ ῥᾳθύμως καὶ ἀμελῶς σοι προσήνεγκα, ἀλλ’ εὐπρόσδεκτον ταῖς μητρικαῖς σου δεήσεσι τῷ σῷ Υἱῷ καὶ Θεῷ ἀπέργασαί με, ἀξιοῦσά με τῆς τῶν οὐρανῶν βασιλείας, αἰνοῦντα καὶ εὐλογοῦντα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ιερεας Γκελιας Αρσενιος

add
Share This Article