Ν.ΔΑΠΕΡΓΟΛΑΣ, “ΠΕΝΤΕ ΙΑΜΒΙΚΑ ΕΠΙ ΤΗ ΘΕΙΑ ΣΑΡΚΩΣΕΙ”

Πέντε ἰαμβικά ἐπί τῇ Θείᾳ Σαρκώσει

τοῦ Νεκτάριου Δαπέργολα

Ὕμνον ἐκ ψυχῆς ἄσωμεν τῷ Δεσπότῃ

Φάους ἀψευδοῦς τανῦν πεπληρωμένοι.

Φλογός ἀγάπης γάρ τέκνοις ἀφισταμένοις,

Ἦλθεν πρός ἡμᾶς ἐμφορούμενος ὅλος,

Ὡς ἀμνός τυθείς ἑκουσίᾳ βουλήσει.

 

Γένους βροτείου δερχθείς ποτνιωμένου,

Βροτός ἐδείχθη ὁ Παντεπόπτης Λόγος.

Ὡς χοϊκός τε συνάμφω Θεοῦ φύσει,

Τό χθόνιον καλεῖται εἰς παλιγγενεσίαν,

Ἀγχίμολος φανείς ἡμῖν τοῖς ἀγνωμόνοις.

 

Τρόμῳ ἀπηνεῖ τά χθόνια δονεῖται,

Νῦν καθορώντα Λόγον ἐσαρκωμένον,

Ὅς ἦλθεν ἐφ’ ἡμᾶς τό πρίν βακχευομένους,

Πεπτῶτας πάλαι ἀμφιφανεῖ δουλείᾳ,

Τυράννου ἐμμανοῦς καί βροτοκτόνου ἅμα.

 

Ἄρρητον δείξας φιλανθρωπίαν Κτίστης,

Τοῖς πᾶσιν πρός ἡμᾶς σαρκός ἐξωμοιώθη,

Ταῖς ῥιπαῖς ἀπαθής μένων τοῦ ἰοβόλου.

Ἴσην γάρ ἡμῖν τήν φύσιν ἐμφανίσας,

Ἐκάς ὁρᾶται τῆς ἁμαρτίας Ἄναξ.

 

Ἄρτι συνενώσας τά διεστῶτα ἔχθει,

Ἀνήγαγεν ἡμᾶς ἐκ τῆς μιαιφονίας.

Ἀγχίβροτος γεγώς, Θεός ὤν κατ’ οὐσίαν,

Ἀγχίθεον ἀνέδυσεν τήν ἀνθρωπείαν φύσιν,

Ἀφράστως κενωθείς ὁ Ἀείρυτος Λόγος.

 

Ἐτέχθη Χριστός εἰκάδι πέμπτῃ ἐκ Παρθένου

Καί τά πᾶντα ἐν τῇ σκοτίᾳ καινά γεγόνασι.

 

Αὐτῷ τό κράτος καί ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Αφήστε μια απάντηση