“ΑΓΙΟΝ ΟΡΟΣ -παρουσιάστηκε ο ΑΓΙΟΣ ΣΤΕΦΑΝΟΣ και ολοζώντανα ως διάκονος θύμιαζε και τον έβλεπαν οι Αγιορείτες”
Μαρτυρία αείμνηστου Γέροντος Δανιήλ Κατουνακιώτη ΒΊΝΤΕΟ

ΣΥΝΔΕΣΜΟΣ
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων Πρωτόαθλε· σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδες σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
 
Κοντάκιο: 
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ὁ Δεσπότης χθὲς ἡμῖν, διὰ σαρκὸς ἐπεδήμει, καὶ ὁ δοῦλος σήμερον, ἀπὸ σαρκὸς ἐξεδήμει· χθὲς μὲν γάρ, ὁ Βασιλεύων σαρκὶ ἐτέχθη, σήμερον δέ, ὁ οἰκέτης λιθοβολεῖται· δι᾽ αὐτὸν καὶ τελειοῦται, ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος.
 
Κάθισμα: 
Ἦχος δ’. Κατεπλάγη Ἰωσὴφ.
Τὴν τοῦ Πνεύματος πηγήν, ἐν τῇ καρδίᾳ μυστικῶς, κεκτημένος τοῦ Χριστοῦ, ὁ Πρωτομάρτυς ἀληθῶς, τῶν Ἰουδαίων ἀπήλεγξε τὴν αὐθάδειαν, καὶ ἔδειξεν αὐτοῖς, τόν Υἱὸν τοῦ Θεοῦ, ἐκ σπέρματος Δαυΐδ, ἀναβλαστήσαντα, τῷ τῆς σοφίας καὶ χάριτος πληρώματι, πεπληρωμένος ὁ ἔνδοξος. Ἀλλ’ ὦ Τρισμάκαρ, τοὺς σὲ τιμῶντας, σῷζε θείαις πρεσβείαις σου.
Φώτο Πηγή ΣΥΝΔΕΣΜΟΣ

Αφήστε μια απάντηση