Προσευχή ἐπ εἰρήνῃ τοῦ λαοῦ καὶ φύλαξιν τῆς Κρήτης καὶ πάσης τῆς γῆς Ἑλληνικῆς

mike
By
107 Views
1 Min Read

Κύριε ὁ Θεός ἡμῶν,
ὁ ποιῶν πόλεμον εἰς εἰρήνην καὶ ταραχὴν εἰς γαλήνην μεταβάλλων,
ἀνάσχες, Δέσποτα φιλάνθρωπε,
καὶ μὴ παραδῷς εἰς ὄλεθρον τὰς πόλεις καὶ τὰς νήσους τῆς πατρίδος ἡμῶν.

Σκέπασον τὴν νῆσον Κρήτην,
τὴν Σοῦδαν, τὰ Χανιά, τὸν λαὸν Σου ὅλον,
καὶ διάσωσον ἡμᾶς ἐκ χειρὸς πολεμιστῶν καὶ ἐκ πλάνης τῶν ἐθνῶν.

Μὴ εἰσάγῃς ἡμᾶς εἰς πειρασμὸν πολεμικὸν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς κακοῦ·
κατάπαυσον τὸν θυμὸν τῶν ἀνθρώπων,
καὶ ἔκχεον τὸ ἔλεός Σου ἐπὶ γῆν διψῶσαν.

Πρέσβευε, ὦ Ἅγιε Εὐμένιε,
ποιμὴν χρηστὸς καὶ ἰατρὸς ψυχῶν καὶ σωμάτων,
ὑπὲρ τῆς γῆς σου καὶ τοῦ λαοῦ σου·
ἵνα μὴ ἐγγίσῃ ἡ ῥομφαία καὶ μὴ πλησιάσῃ συμφορὰ κατὰ σκηνὴς Ἑλλήνων.

Ἀλλά, Κύριε, λόγῳ εἰπὲ, καὶ ἰαθήσεται ὁ τόπος.

Κραταίωσον τὴν πίστιν, φώτισον τοὺς ἄρχοντας,
καὶ χάρισαι ἡμῖν εἰρήνην βαθεῖαν καὶ ἀσφάλειαν ψυχῆς.

Σοὶ τὴν δόξαν ἀναπέμπομεν,
σὺν τῷ ἀνάρχῳ Πατρί,
καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ιερεας Γκελιας Αρσενιος

add
TAGGED:
Share This Article
Δεν υπάρχουν Σχόλια

Αφήστε μια απάντηση